Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ (I Crônicas 15, 12)

  • ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι (I Crônicas 15, 13)

  • καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ισραηλ (I Crônicas 15, 14)

  • καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν ἐν ἀναφορεῦσιν ἐπ’ αὐτούς (I Crônicas 15, 15)

  • καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης (I Crônicas 15, 16)

  • καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ασαφ υἱὸς Βαραχια καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελφῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου (I Crônicas 15, 17)

  • καὶ μετ’ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας οἱ πυλωροί (I Crônicas 15, 18)

  • καὶ οἱ ψαλτῳδοί Αιμαν Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι (I Crônicas 15, 19)

  • Ζαχαριας καὶ Οζιηλ Σεμιραμωθ Ιιηλ Ωνι Ελιαβ Μασαιας Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ (I Crônicas 15, 20)

  • καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι (I Crônicas 15, 21)

  • καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν ὅτι συνετὸς ἦν (I Crônicas 15, 22)

  • καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τῆς κιβωτοῦ (I Crônicas 15, 23)


"Combata vigorosamente, se está interessado em obter o prêmio destinado às almas fortes." São Padre Pio de Pietrelcina