Encontrados 35140 resultados para: Ὁ
καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει (I Crônicas 12, 22)
ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ (I Crônicas 12, 23)
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου (I Crônicas 12, 24)
υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως (I Crônicas 12, 25)
τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν (I Crônicas 12, 26)
τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι (I Crônicas 12, 27)
καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι (I Crônicas 12, 28)
καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο (I Crônicas 12, 29)
καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ (I Crônicas 12, 30)
καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ’ οἴκους πατριῶν αὐτῶν (I Crônicas 12, 31)
καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ (I Crônicas 12, 32)
καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν (I Crônicas 12, 33)