Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • καὶ οἶκος αὐτῷ ἐν ᾧ καθήσεται ἐκεῖ αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο καὶ οἶκον τῇ θυγατρὶ Φαραω ἣν ἔλαβεν Σαλωμων κατὰ τὸ αιλαμ τοῦτο (I Reis 7, 45)

  • πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην (I Reis 7, 46)

  • τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις λίθοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν (I Reis 7, 47)

  • καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις (I Reis 7, 48)

  • τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου (I Reis 7, 49)

  • καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἶκον αὐτοῦ (I Reis 7, 50)

  • καὶ ἐγένετο ἐν τῷ συντελέσαι Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμων πάντας τοὺς πρεσβυτέρους Ισραηλ ἐν Σιων τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη ἐστὶν Σιων (I Reis 8, 1)

  • καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν (I Reis 8, 3)

  • καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου (I Reis 8, 4)

  • καὶ ὁ βασιλεὺς καὶ πᾶς Ισραηλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα (I Reis 8, 5)

  • καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν χερουβιν (I Reis 8, 6)

  • ὅτι τὰ χερουβιν διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ καὶ περιεκάλυπτον τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν (I Reis 8, 7)


"A mansidão reprime a ira." São Padre Pio de Pietrelcina