Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, (II Timóteo 3, 2)

  • ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, (II Timóteo 3, 3)

  • προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, (II Timóteo 3, 4)

  • ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. (II Timóteo 3, 5)

  • ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, (II Timóteo 3, 6)

  • πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. (II Timóteo 3, 7)

  • ὃν τρόπον δὲ ἰάννης καὶ ἰαμβρῆς ἀντέστησαν μωϊσεῖ, οὕτως καὶ οὖτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν· (II Timóteo 3, 8)

  • ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. (II Timóteo 3, 9)

  • σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, (II Timóteo 3, 10)

  • τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν ἀντιοχείᾳ, ἐν ἰκονίῳ, ἐν λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. (II Timóteo 3, 11)

  • καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν χριστῶ ἰησοῦ διωχθήσονται· (II Timóteo 3, 12)

  • πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. (II Timóteo 3, 13)


"Vive-se de fé, não de sonhos." São Padre Pio de Pietrelcina