Encontrados 35140 resultados para: Ὁ
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός. (São João 1, 20)
καὶ ἠρώτησαν αὐτόν, τί οὗν; σύ ἠλίας εἶ; καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. (São João 1, 21)
εἶπαν οὗν αὐτῶ, τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; (São João 1, 22)
ἔφη, ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν ἠσαΐας ὁ προφήτης. (São João 1, 23)
καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων. (São João 1, 24)
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῶ, τί οὗν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ ἠλίας οὐδὲ ὁ προφήτης; (São João 1, 25)
ἀπεκρίθη αὐτοῖς ὁ ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, (São João 1, 26)
ὁ ὀπίσω μου ἐρχόμενος, οὖ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. (São João 1, 27)
ταῦτα ἐν βηθανίᾳ ἐγένετο πέραν τοῦ ἰορδάνου, ὅπου ἦν ὁ ἰωάννης βαπτίζων. (São João 1, 28)
τῇ ἐπαύριον βλέπει τὸν ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. (São João 1, 29)
οὖτός ἐστιν ὑπὲρ οὖ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. (São João 1, 30)
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῶ ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. (São João 1, 31)