Encontrados 35140 resultados para: Ὁ
καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ἰακώβου καὶ ἰωάννου. (São Marcos 10, 41)
καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ἰησοῦς λέγει αὐτοῖς, οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. (São Marcos 10, 42)
οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλ᾽ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, (São Marcos 10, 43)
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· (São Marcos 10, 44)
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. (São Marcos 10, 45)
καὶ ἔρχονται εἰς ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς τιμαίου βαρτιμαῖος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν. (São Marcos 10, 46)
καὶ ἀκούσας ὅτι ἰησοῦς ὁ ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, υἱὲ δαυὶδ ἰησοῦ, ἐλέησόν με. (São Marcos 10, 47)
καὶ ἐπετίμων αὐτῶ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῶ μᾶλλον ἔκραζεν, υἱὲ δαυίδ, ἐλέησόν με. (São Marcos 10, 48)
καὶ στὰς ὁ ἰησοῦς εἶπεν, φωνήσατε αὐτόν. καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῶ, θάρσει, ἔγειρε, φωνεῖ σε. (São Marcos 10, 49)
ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν ἰησοῦν. (São Marcos 10, 50)
καὶ ἀποκριθεὶς αὐτῶ ὁ ἰησοῦς εἶπεν, τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῶ, ραββουνι, ἵνα ἀναβλέψω. (São Marcos 10, 51)
καὶ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῶ ἐν τῇ ὁδῶ. (São Marcos 10, 52)