Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • εἰπὲ οὗν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον καίσαρι ἢ οὔ; (São Mateus 22, 17)

  • γνοὺς δὲ ὁ ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, τί με πειράζετε, ὑποκριταί; (São Mateus 22, 18)

  • ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῶ δηνάριον. (São Mateus 22, 19)

  • καὶ λέγει αὐτοῖς, τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; (São Mateus 22, 20)

  • λέγουσιν αὐτῶ, καίσαρος. τότε λέγει αὐτοῖς, ἀπόδοτε οὗν τὰ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῶ θεῶ. (São Mateus 22, 21)

  • καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν. (São Mateus 22, 22)

  • ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῶ σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν (São Mateus 22, 23)

  • λέγοντες, διδάσκαλε, μωϊσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῶ ἀδελφῶ αὐτοῦ. (São Mateus 22, 24)

  • ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῶ ἀδελφῶ αὐτοῦ· (São Mateus 22, 25)

  • ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. (São Mateus 22, 26)

  • ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή. (São Mateus 22, 27)

  • ἐν τῇ ἀναστάσει οὗν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν. (São Mateus 22, 28)


"Não desperdice suas energias em coisas que geram preocupação. Uma coisa somente é necessária: elevar o espírito e amar a Deus." São Padre Pio de Pietrelcina