Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· (São Mateus 20, 1)

  • συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. (São Mateus 20, 2)

  • καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· (São Mateus 20, 3)

  • καὶ ἐκείνοις εἶπεν, ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. (São Mateus 20, 4)

  • οἱ δὲ ἀπῆλθον. πάλιν [δὲ] ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. (São Mateus 20, 5)

  • περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὖρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς, τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; (São Mateus 20, 6)

  • λέγουσιν αὐτῶ, ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς, ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. (São Mateus 20, 7)

  • ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῶ ἐπιτρόπῳ αὐτοῦ, κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. (São Mateus 20, 8)

  • καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. (São Mateus 20, 9)

  • καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον [τὸ] ἀνὰ δηνάριον καὶ αὐτοί. (São Mateus 20, 10)

  • λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου (São Mateus 20, 11)

  • λέγοντες, οὖτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. (São Mateus 20, 12)


"Não nos preocupemos quando Deus põe à prova a nossa fidelidade." São Padre Pio de Pietrelcina