Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • τότε προσελθόντες οἱ μαθηταὶ τῶ ἰησοῦ κατ᾽ ἰδίαν εἶπον, διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; (São Mateus 17, 19)

  • ὁ δὲ λέγει αὐτοῖς, διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῶ ὄρει τούτῳ, μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. (São Mateus 17, 20)

  • συστρεφομένων δὲ αὐτῶν ἐν τῇ γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ ἰησοῦς, μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, (São Mateus 17, 22)

  • καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα. (São Mateus 17, 23)

  • ἐλθόντων δὲ αὐτῶν εἰς καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῶ πέτρῳ καὶ εἶπαν, ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ [τὰ] δίδραχμα; (São Mateus 17, 24)

  • λέγει, ναί. καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ ἰησοῦς λέγων, τί σοι δοκεῖ, σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; (São Mateus 17, 25)

  • εἰπόντος δέ, ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῶ ὁ ἰησοῦς, ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. (São Mateus 17, 26)

  • ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. (São Mateus 17, 27)

  • ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῶ ἰησοῦ λέγοντες, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; (São Mateus 18, 1)

  • καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν (São Mateus 18, 2)

  • καὶ εἶπεν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. (São Mateus 18, 3)

  • ὅστις οὗν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὖτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. (São Mateus 18, 4)


"Quando a videira se separa da estaca que a sustenta, cai e apodrece." São Padre Pio de Pietrelcina