Encontrados 35140 resultados para: Ὁ
καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ (Levítico 1, 16)
καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ (Levítico 1, 17)
ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ κυρίῳ σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ καὶ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον θυσία ἐστίν (Levítico 2, 1)
καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερεῖς καὶ δραξάμενος ἀπ’ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ (Levítico 2, 2)
καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν κυρίου (Levítico 2, 3)
ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ δῶρον κυρίῳ ἐκ σεμιδάλεως ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ (Levítico 2, 4)
ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ ἄζυμα ἔσται (Levítico 2, 5)
καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεεῖς ἐπ’ αὐτὰ ἔλαιον θυσία ἐστὶν κυρίῳ (Levítico 2, 6)
ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται (Levítico 2, 7)
καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιῇ ἐκ τούτων τῷ κυρίῳ καὶ προσοίσει πρὸς τὸν ἱερέα καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον (Levítico 2, 8)
ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας κυρίῳ (Levítico 2, 9)
τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων κυρίου (Levítico 2, 10)