Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • καὶ οὐκ ἐγγιοῦσι πρός με τοῦ ἱερατεύειν μοι οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν (Ezequiel 44, 13)

  • καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν (Ezequiel 44, 14)

  • οἱ ἱερεῖς οἱ Λευῖται οἱ υἱοὶ τοῦ Σαδδουκ οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον Ισραηλ ἀπ’ ἐμοῦ οὗτοι προσάξουσιν πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν στέαρ καὶ αἷμα λέγει κύριος ὁ θεός (Ezequiel 44, 15)

  • οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι καὶ φυλάξουσιν τὰς φυλακάς μου (Ezequiel 44, 16)

  • καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας στολὰς λινᾶς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἐρεᾶ ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς (Ezequiel 44, 17)

  • καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ οὐ περιζώσονται βίᾳ (Ezequiel 44, 18)

  • καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτῶν ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν (Ezequiel 44, 19)

  • καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσιν καλύπτοντες καλύψουσιν τὰς κεφαλὰς αὐτῶν (Ezequiel 44, 20)

  • καὶ οἶνον οὐ μὴ πίωσιν πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν (Ezequiel 44, 21)

  • καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήμψονται ἑαυτοῖς εἰς γυναῖκα ἀλλ’ ἢ παρθένον ἐκ τοῦ σπέρματος Ισραηλ καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως λήμψονται (Ezequiel 44, 22)

  • καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς (Ezequiel 44, 23)

  • καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν τὰ δικαιώματά μου δικαιώσουσιν καὶ τὰ κρίματά μου κρινοῦσιν καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσιν (Ezequiel 44, 24)


"Enquanto estivermos vivos sempre seremos tentados. A vida é uma contínua luta." São Padre Pio de Pietrelcina