Encontrados 35140 resultados para: Ὁ
καὶ τὸ εὖρος κατὰ πρόσωπον τοῦ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν (Ezequiel 41, 14)
καὶ διεμέτρησεν μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πήχεων ἑκατὸν τὸ μῆκος καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αιλαμ τὸ ἐξώτερον (Ezequiel 41, 15)
πεφατνωμένα καὶ αἱ θυρίδες δικτυωταί ὑποφαύσεις κύκλῳ τοῖς τρισὶν ὥστε διακύπτειν καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ καὶ τὸ ἔδαφος καὶ ἐκ τοῦ ἐδάφους ἕως τῶν θυρίδων καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν (Ezequiel 41, 16)
καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας καὶ ἐφ’ ὅλον τὸν τοῖχον κύκλῳ ἐν τῷ ἔσωθεν καὶ ἐν τῷ ἔξωθεν (Ezequiel 41, 17)
γεγλυμμένα χερουβιν καὶ φοίνικες ἀνὰ μέσον χερουβ καὶ χερουβ δύο πρόσωπα τῷ χερουβ (Ezequiel 41, 18)
πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν διαγεγλυμμένος ὅλος ὁ οἶκος κυκλόθεν (Ezequiel 41, 19)
ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος τὰ χερουβιν καὶ οἱ φοίνικες διαγεγλυμμένοι (Ezequiel 41, 20)
καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα κατὰ πρόσωπον τῶν ἁγίων ὅρασις ὡς ὄψις (Ezequiel 41, 21)
θυσιαστηρίου ξυλίνου πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ καὶ τὸ μῆκος πηχῶν δύο καὶ τὸ εὖρος πηχῶν δύο καὶ κέρατα εἶχεν καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι καὶ εἶπεν πρός με αὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου κυρίου (Ezequiel 41, 22)
καὶ δύο θυρώματα τῷ ναῷ καὶ τῷ ἁγίῳ (Ezequiel 41, 23)
δύο θυρώματα τοῖς δυσὶ θυρώμασι τοῖς στροφωτοῖς δύο θυρώματα τῷ ἑνὶ καὶ δύο θυρώματα τῇ θύρᾳ τῇ δευτέρᾳ (Ezequiel 41, 24)
καὶ γλυφὴ ἐπ’ αὐτῶν καὶ ἐπὶ τὰ θυρώματα τοῦ ναοῦ χερουβιν καὶ φοίνικες κατὰ τὴν γλυφὴν τῶν ἁγίων καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αιλαμ ἔξωθεν (Ezequiel 41, 25)