Encontrados 35140 resultados para: Ὁ
ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ’ ἐμέ (Lamentações 3, 1)
παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς (Lamentações 3, 2)
πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν (Lamentações 3, 3)
ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν (Lamentações 3, 4)
ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν (Lamentações 3, 5)
ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος (Lamentações 3, 6)
ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου (Lamentações 3, 7)
καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου (Lamentações 3, 8)
ἀνῳκοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν (Lamentações 3, 9)
ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις (Lamentações 3, 10)
ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος (Lamentações 3, 12)
εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ (Lamentações 3, 13)