Encontrados 35140 resultados para: Ὁ
καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ’ ἀνθρώποις ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν (Isaías 32, 3)
καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην (Isaías 32, 4)
καὶ οὐκέτι μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου σίγα (Isaías 32, 5)
ὁ γὰρ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι (Isaías 32, 6)
ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει (Isaías 32, 7)
οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο καὶ αὕτη ἡ βουλὴ μενεῖ (Isaías 32, 8)
γυναῖκες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου θυγατέρες ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου (Isaías 32, 9)
ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ’ ἐλπίδος ἀνήλωται ὁ τρύγητος πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ (Isaías 32, 10)
ἔκστητε λυπήθητε αἱ πεποιθυῖαι ἐκδύσασθε γυμναὶ γένεσθε περιζώσασθε σάκκους τὰς ὀσφύας (Isaías 32, 11)
καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος (Isaías 32, 12)
ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται πόλις πλουσία (Isaías 32, 13)
οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσιν καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος εὐφροσύνη ὄνων ἀγρίων βοσκήματα ποιμένων (Isaías 32, 14)