Encontrados 35140 resultados para: Ὁ
καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται (Isaías 19, 5)
καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου (Isaías 19, 6)
καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον (Isaías 19, 7)
καὶ στενάξουσιν οἱ ἁλεεῖς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν (Isaías 19, 8)
καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον (Isaías 19, 9)
καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν (Isaías 19, 10)
καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως ἡ βουλὴ αὐτῶν μωρανθήσεται πῶς ἐρεῖτε τῷ βασιλεῖ υἱοὶ συνετῶν ἡμεῖς υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς (Isaías 19, 11)
ποῦ εἰσιν νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ’ Αἴγυπτον (Isaías 19, 12)
ἐξέλιπον οἱ ἄρχοντες Τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς (Isaías 19, 13)
κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα (Isaías 19, 14)
καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος (Isaías 19, 15)
τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς (Isaías 19, 16)