Encontrados 35140 resultados para: Ὁ
ἐὰν γὰρ αὐτὰ ποιήσῃ πρὸς πάντα ἰσχύσει ὅτι φῶς κυρίου τὸ ἴχνος αὐτοῦ (Eclesiástico 50, 29)
ἐξομολογήσομαί σοι κύριε βασιλεῦ καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου ἐξομολογοῦμαι τῷ ὀνόματί σου (Eclesiástico 51, 1)
ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με (Eclesiástico 51, 2)
κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου ἐκ πλειόνων θλίψεων ὧν ἔσχον (Eclesiástico 51, 3)
ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός οὗ οὐκ ἐξέκαυσα (Eclesiástico 51, 4)
ἐκ βάθους κοιλίας ᾅδου καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς (Eclesiástico 51, 5)
βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω (Eclesiástico 51, 6)
περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν (Eclesiástico 51, 7)
καὶ ἐμνήσθην τοῦ ἐλέους σου κύριε καὶ τῆς ἐργασίας σου τῆς ἀπ’ αἰῶνος ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν (Eclesiástico 51, 8)
καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην (Eclesiástico 51, 9)
ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει (Eclesiástico 51, 10)
καὶ εἰσηκούσθη ἡ δέησίς μου ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ (Eclesiástico 51, 11)