Encontrados 35140 resultados para: Ὁ
ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος (Eclesiástico 6, 20)
ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ’ αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν (Eclesiástico 6, 21)
σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά (Eclesiástico 6, 22)
ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου (Eclesiástico 6, 23)
καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου (Eclesiástico 6, 24)
ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς (Eclesiástico 6, 25)
ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς (Eclesiástico 6, 26)
ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν (Eclesiástico 6, 27)
ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην (Eclesiástico 6, 28)
καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης (Eclesiástico 6, 29)
κόσμος γὰρ χρύσεός ἐστιν ἐπ’ αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον (Eclesiástico 6, 30)
στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ (Eclesiástico 6, 31)