Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου (Eclesiástico 2, 16)

  • οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν (Eclesiástico 2, 17)

  • ἐμπεσούμεθα εἰς χεῖρας κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ οὕτως καὶ τὸ ἔλεος αὐτοῦ (Eclesiástico 2, 18)

  • ἐμοῦ τοῦ πατρὸς ἀκούσατε τέκνα καὶ οὕτως ποιήσατε ἵνα σωθῆτε (Eclesiástico 3, 1)

  • ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ’ υἱοῖς (Eclesiástico 3, 2)

  • ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας (Eclesiástico 3, 3)

  • καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ (Eclesiástico 3, 4)

  • ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται (Eclesiástico 3, 5)

  • ὁ δοξάζων πατέρα μακροημερεύσει καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ (Eclesiástico 3, 6)

  • καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν (Eclesiástico 3, 7)

  • ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτοῦ (Eclesiástico 3, 8)

  • εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια (Eclesiástico 3, 9)


"Submeter-se não significa ser escravo, mas ser livre para receber santos conselhos." São Padre Pio de Pietrelcina