Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς (Provérbios 15, 1)

  • γλῶσσα σοφῶν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά (Provérbios 15, 2)

  • ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς (Provérbios 15, 3)

  • ἴασις γλώσσης δένδρον ζωῆς ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος (Provérbios 15, 4)

  • ἄφρων μυκτηρίζει παιδείαν πατρός ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος (Provérbios 15, 5)

  • ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται (Provérbios 15, 6)

  • χείλη σοφῶν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς (Provérbios 15, 7)

  • βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ (Provérbios 15, 9)

  • παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς (Provérbios 15, 10)

  • ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων (Provérbios 15, 11)

  • οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει (Provérbios 15, 12)

  • καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει (Provérbios 15, 13)


"O amor tudo esquece, tudo perdoa, sem reservas." São Padre Pio de Pietrelcina