Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων (Salmos 75, 3)

  • ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα (Salmos 75, 4)

  • φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων (Salmos 75, 5)

  • ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν (Salmos 75, 6)

  • ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους (Salmos 75, 7)

  • σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου (Salmos 75, 8)

  • ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν γῆ ἐφοβήθη καὶ ἡσύχασεν (Salmos 75, 9)

  • ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς διάψαλμα (Salmos 75, 10)

  • ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι (Salmos 75, 11)

  • εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα (Salmos 75, 12)

  • τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς (Salmos 75, 13)

  • Gr. Psalm 76 (Heb. 77) εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν τῷ Ασαφ ψαλμός (Salmos 76, 1)


"É loucura fixar o olhar no que rapidamente passa". São Padre Pio de Pietrelcina