Encontrados 35140 resultados para: Ὁ
τίς ἔθετο τὰ μέτρα αὐτῆς εἰ οἶδας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς (Jó 38, 5)
ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς (Jó 38, 6)
ὅτε ἐγενήθησαν ἄστρα ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου (Jó 38, 7)
ἔφραξα δὲ θάλασσαν πύλαις ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη (Jó 38, 8)
ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα (Jó 38, 9)
ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας (Jó 38, 10)
εἶπα δὲ αὐτῇ μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα (Jó 38, 11)
ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν (Jó 38, 12)
ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς (Jó 38, 14)
ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς βραχίονα δὲ ὑπερηφάνων συνέτριψας (Jó 38, 15)
ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας (Jó 38, 16)
ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν (Jó 38, 17)