Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • διὸ εἶπον μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή (Jó 9, 22)

  • ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ ἀλλὰ δίκαιοι καταγελῶνται (Jó 9, 23)

  • παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει εἰ δὲ μὴ αὐτός τίς ἐστιν (Jó 9, 24)

  • ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως ἀπέδρασαν καὶ οὐκ εἴδοσαν (Jó 9, 25)

  • ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν (Jó 9, 26)

  • ἐάν τε γὰρ εἴπω ἐπιλήσομαι λαλῶν συγκύψας τῷ προσώπῳ στενάξω (Jó 9, 27)

  • σείομαι πᾶσιν τοῖς μέλεσιν οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις (Jó 9, 28)

  • ἐπειδὴ δέ εἰμι ἀσεβής διὰ τί οὐκ ἀπέθανον (Jó 9, 29)

  • ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς (Jó 9, 30)

  • ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας ἐβδελύξατο δέ με ἡ στολή (Jó 9, 31)

  • οὐ γὰρ εἶ ἄνθρωπος κατ’ ἐμέ ᾧ ἀντικρινοῦμαι ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν (Jó 9, 32)

  • εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων (Jó 9, 33)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina