Encontrados 557 resultados para: ὄνομα

  • καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυη ἐκ Σαττιν δύο νεανίσκους κατασκοπεῦσαι λέγων ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ιεριχω καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ᾗ ὄνομα Ρααβ καὶ κατέλυσαν ἐκεῖ (Josué 2, 1)

  • καὶ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γαλγαλα (Josué 5, 9)

  • καὶ ἦν κύριος μετὰ Ἰησοῦ καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν (Josué 6, 27)

  • καὶ εἶπαν ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ (Josué 9, 9)

  • τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τῶν Ενακιμ αὕτη καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου (Josué 14, 15)

  • καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων (Josué 15, 15)

  • καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ (48a) καὶ ὁ Αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ελωμ καὶ ἐν Σαλαμιν καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Εφραιμ ἐπ’ αὐτούς καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον (Josué 19, 48)

  • καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας καὶ τὸ ὄνομα ἦν Χεβρων τὸ πρότερον Καριαθαρβοξεφερ καὶ ἐπάταξαν τὸν Σεσσι καὶ Αχινααν καὶ Θολμιν γεννήματα τοῦ Ενακ (Juízes 1, 10)

  • καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα τῆς Δαβιρ ἦν ἔμπροσθεν Καριαθσωφαρ πόλις γραμμάτων (Juízes 1, 11)

  • καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψεν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεκ καὶ ἐξωλέθρευσαν αὐτούς καὶ ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως Ἀνάθεμα (Juízes 1, 17)

  • καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως αὐτῶν ἦν ἔμπροσθεν Λουζα (Juízes 1, 23)

  • καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττιιν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης (Juízes 1, 26)


“Para mim, Deus está sempre fixo na minha mente e estampado no meu coração.” São Padre Pio de Pietrelcina