Mosaico decorativo

Encontrados 31964 resultados para: Ἢ

  • καὶ εἶπαν πρὸς Μωυσῆν οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ’ ἡμῶν καὶ οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς (Números 31, 49)

  • καὶ προσενηνόχαμεν τὸ δῶρον κυρίῳ ἀνὴρ ὃ εὗρεν σκεῦος χρυσοῦν χλιδῶνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι κυρίου (Números 31, 50)

  • καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ’ αὐτῶν πᾶν σκεῦος εἰργασμένον (Números 31, 51)

  • καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου (Números 31, 54)

  • καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ πλῆθος σφόδρα καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν (Números 32, 1)

  • καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες (Números 32, 2)

  • Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν (Números 32, 3)

  • τὴν γῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει (Números 32, 4)

  • καὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην (Números 32, 5)

  • καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ (Números 32, 6)

  • καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς (Números 32, 7)

  • οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν (Números 32, 8)


"Reze pelos infiéis, pelo Papa e por todas as necessidades espirituais da Santa Igreja." São Padre Pio de Pietrelcina