Mosaico decorativo

Encontrados 31964 resultados para: Ἢ

  • καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν (Levítico 26, 31)

  • καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν καὶ θαυμάσονται ἐπ’ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ (Levítico 26, 32)

  • καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι (Levítico 26, 33)

  • τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν τότε σαββατιεῖ ἡ γῆ καὶ εὐδοκήσει τὰ σάββατα αὐτῆς (Levítico 26, 34)

  • πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν ἡνίκα κατῳκεῖτε αὐτήν (Levítico 26, 35)

  • καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσοῦνται οὐθενὸς διώκοντος (Levítico 26, 36)

  • καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν (Levítico 26, 37)

  • καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσιν καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν (Levítico 26, 38)

  • καὶ οἱ καταλειφθέντες ἀφ’ ὑμῶν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται (Levítico 26, 39)

  • καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι (Levítico 26, 40)

  • καὶ ἐγὼ ἐπορεύθην μετ’ αὐτῶν ἐν θυμῷ πλαγίῳ καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτῶν (Levítico 26, 41)

  • καὶ μνησθήσομαι τῆς διαθήκης Ιακωβ καὶ τῆς διαθήκης Ισαακ καὶ τῆς διαθήκης Αβρααμ μνησθήσομαι καὶ τῆς γῆς μνησθήσομαι (Levítico 26, 42)


"No juízo final daremos contas a Deus até de uma palavra inútil que tenhamos dito." São Padre Pio de Pietrelcina