Mosaico decorativo

Encontrados 31964 resultados para: Ἡ

  • οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ (Hebreus 12, 18)

  • καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· (Hebreus 12, 19)

  • οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· (Hebreus 12, 20)

  • καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, μωϊσῆς εἶπεν, ἔκφοβός εἰμι καὶ ἔντρομος. (Hebreus 12, 21)

  • ἀλλὰ προσεληλύθατε σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει (Hebreus 12, 22)

  • καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῶ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, (Hebreus 12, 23)

  • καὶ διαθήκης νέας μεσίτῃ ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν ἅβελ. (Hebreus 12, 24)

  • βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι· (Hebreus 12, 25)

  • οὖ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. (Hebreus 12, 26)

  • τὸ δέ, ἔτι ἅπαξ δηλοῖ [τὴν] τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. (Hebreus 12, 27)

  • διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι᾽ ἧς λατρεύωμεν εὐαρέστως τῶ θεῶ μετὰ εὐλαβείας καὶ δέους· (Hebreus 12, 28)

  • καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. (Hebreus 12, 29)


"O Coração de Jesus não deixará cair no vazio a nossa oração se ela for plena de fé e de confiança." São Padre Pio de Pietrelcina