Mosaico decorativo

Encontrados 31964 resultados para: Ἡ

  • ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· (I Timóteo 5, 5)

  • ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. (I Timóteo 5, 6)

  • καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν. (I Timóteo 5, 7)

  • εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (I Timóteo 5, 8)

  • χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, (I Timóteo 5, 9)

  • ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῶ ἐπηκολούθησεν. (I Timóteo 5, 10)

  • νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ χριστοῦ, γαμεῖν θέλουσιν, (I Timóteo 5, 11)

  • ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· (I Timóteo 5, 12)

  • ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. (I Timóteo 5, 13)

  • βούλομαι οὗν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῶ ἀντικειμένῳ λοιδορίας χάριν· (I Timóteo 5, 14)

  • ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ. (I Timóteo 5, 15)

  • εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ. (I Timóteo 5, 16)


"O amor tudo esquece, tudo perdoa, sem reservas." São Padre Pio de Pietrelcina