Encontrados 31964 resultados para: Ἡ
τὸ πνεῦμα μὴ σβέννυτε, (I Tessalonicenses 5, 19)
προφητείας μὴ ἐξουθενεῖτε· (I Tessalonicenses 5, 20)
ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. (I Tessalonicenses 5, 22)
αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τηρηθείη. (I Tessalonicenses 5, 23)
πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. (I Tessalonicenses 5, 24)
ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν. (I Tessalonicenses 5, 25)
ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. (I Tessalonicenses 5, 26)
ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς. (I Tessalonicenses 5, 27)
ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν. (I Tessalonicenses 5, 28)
παῦλος καὶ σιλουανὸς καὶ τιμόθεος τῇ ἐκκλησίᾳ θεσσαλονικέων ἐν θεῶ πατρὶ ἡμῶν καὶ κυρίῳ ἰησοῦ χριστῶ· (II Tessalonicenses 1, 1)
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] καὶ κυρίου ἰησοῦ χριστοῦ. (II Tessalonicenses 1, 2)
εὐχαριστεῖν ὀφείλομεν τῶ θεῶ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, (II Tessalonicenses 1, 3)