Mosaico decorativo

Encontrados 31964 resultados para: Ἡ

  • ὁ δὲ πέτρος εἶπεν, μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. (Atos dos Apóstolos 10, 14)

  • καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. (Atos dos Apóstolos 10, 15)

  • τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. (Atos dos Apóstolos 10, 16)

  • ὡς δὲ ἐν ἑαυτῶ διηπόρει ὁ πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, (Atos dos Apóstolos 10, 17)

  • καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ σίμων ὁ ἐπικαλούμενος πέτρος ἐνθάδε ξενίζεται. (Atos dos Apóstolos 10, 18)

  • τοῦ δὲ πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν [αὐτῶ] τὸ πνεῦμα, ἰδοὺ ἄνδρες τρεῖς ζητοῦντές σε· (Atos dos Apóstolos 10, 19)

  • ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. (Atos dos Apóstolos 10, 20)

  • καταβὰς δὲ πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε; (Atos dos Apóstolos 10, 21)

  • οἱ δὲ εἶπαν, κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. (Atos dos Apóstolos 10, 22)

  • εἰσκαλεσάμενος οὗν αὐτοὺς ἐξένισεν. τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ ἰόππης συνῆλθον αὐτῶ. (Atos dos Apóstolos 10, 23)

  • τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν καισάρειαν· ὁ δὲ κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. (Atos dos Apóstolos 10, 24)

  • ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν πέτρον, συναντήσας αὐτῶ ὁ κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. (Atos dos Apóstolos 10, 25)


"No tumulto das paixões terrenas, surge a grande esperança da misericórdia inexorável de Deus." São Padre Pio de Pietrelcina