Encontrados 31964 resultados para: Ἡ
καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. (São João 20, 7)
τότε οὗν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· (São João 20, 8)
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. (São João 20, 9)
ἀπῆλθον οὗν πάλιν πρὸς αὐτοὺς οἱ μαθηταί. (São João 20, 10)
μαρία δὲ εἱστήκει πρὸς τῶ μνημείῳ ἔξω κλαίουσα. ὡς οὗν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, (São João 20, 11)
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ἰησοῦ. (São João 20, 12)
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. (São João 20, 13)
ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ἰησοῦς ἐστιν. (São João 20, 14)
λέγει αὐτῇ ἰησοῦς, γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῶ, κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. (São João 20, 15)
λέγει αὐτῇ ἰησοῦς, μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῶ ἑβραϊστί, ραββουνι ὃ λέγεται διδάσκαλε. (São João 20, 16)
λέγει αὐτῇ ἰησοῦς, μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. (São João 20, 17)
ἔρχεται μαριὰμ ἡ μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακα τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. (São João 20, 18)