Encontrados 1232 resultados para: Ἔσται
καὶ λῆμμα κυρίου μὴ ὀνομάζετε ἔτι ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ (Jeremias 23, 36)
καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη (Jeremias 25, 11)
καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἥξει ἐκεῖ οἱ ἐξωσμένοι Αιλαμ (Jeremias 25, 16)
καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἀποστρέψω τὴν αἰχμαλωσίαν Αιλαμ λέγει κύριος (Jeremias 25, 19)
σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ κατοικοῦσα θύγατερ Αἰγύπτου ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ (Jeremias 26, 19)
σὺ δὲ μὴ φοβηθῇς δοῦλός μου Ιακωβ μηδὲ πτοηθῇς Ισραηλ διότι ἰδοὺ ἐγὼ σῴζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν (Jeremias 26, 27)
ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους (Jeremias 27, 3)
καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται (Jeremias 27, 10)
ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς (Jeremias 27, 13)
καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς (Jeremias 27, 32)
καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται (Jeremias 28, 37)
καὶ ἐρεῖς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται (Jeremias 28, 62)