Encontrados 1232 resultados para: Ἔσται

  • καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου (Êxodo 27, 5)

  • καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων ὅ ἐστιν ἐπ’ αὐτῷ κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης (Êxodo 28, 8)

  • τετράγωνον ἔσται διπλοῦν σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος (Êxodo 28, 16)

  • καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων ἔσται σάρδιον τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς (Êxodo 28, 17)

  • καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν καὶ ἔσται ἐπὶ τοῦ στήθους Ααρων ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ οἴσει Ααρων τὰς κρίσεις τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ στήθους ἐναντίον κυρίου διὰ παντός (Êxodo 28, 30)

  • καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον ᾤαν ἔχον κύκλῳ τοῦ περιστομίου ἔργον ὑφάντου τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ ἵνα μὴ ῥαγῇ (Êxodo 28, 32)

  • καὶ ἔσται Ααρων ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι ἵνα μὴ ἀποθάνῃ (Êxodo 28, 35)

  • καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης καὶ ἔσται ἐπὶ τῆς μίτρας κατὰ πρόσωπον τῆς μίτρας ἔσται (Êxodo 28, 37)

  • καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων καὶ ἐξαρεῖ Ααρων τὰ ἁμαρτήματα τῶν ἁγίων ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων διὰ παντός δεκτὸν αὐτοῖς ἔναντι κυρίου (Êxodo 28, 38)

  • καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται (Êxodo 28, 42)

  • καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις καὶ ἔσται αὐτοῖς ἱερατεία ἐμοὶ εἰς τὸν αἰῶνα καὶ τελειώσεις τὰς χεῖρας Ααρων καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ (Êxodo 29, 9)

  • καὶ λήμψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ὅ ἐστιν Ααρων καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι κυρίου καὶ ἔσται σοι ἐν μερίδι (Êxodo 29, 26)


“Deus nunca me recusou um pedido”. São Padre Pio de Pietrelcina