Encontrados 12438 resultados para: Ἐπ
ἡ μὲν οὗν ἐκκλησία καθ᾽ ὅλης τῆς ἰουδαίας καὶ γαλιλαίας καὶ σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῶ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο. (Atos dos Apóstolos 9, 31)
εὖρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος. (Atos dos Apóstolos 9, 33)
καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες λύδδα καὶ τὸν σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. (Atos dos Apóstolos 9, 35)
ἐν ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι ταβιθά, ἣ διερμηνευομένη λέγεται δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. (Atos dos Apóstolos 9, 36)
ἀναστὰς δὲ πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῶον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὗσα ἡ δορκάς. (Atos dos Apóstolos 9, 39)
ἐκβαλὼν δὲ ἔξω πάντας ὁ πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν πέτρον ἀνεκάθισεν. (Atos dos Apóstolos 9, 40)
γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον. (Atos dos Apóstolos 9, 42)
καὶ νῦν πέμψον ἄνδρας εἰς ἰόππην καὶ μετάπεμψαι σίμωνά τινα ὃς ἐπικαλεῖται πέτρος· (Atos dos Apóstolos 10, 5)
τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. (Atos dos Apóstolos 10, 9)
ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾽ αὐτὸν ἔκστασις, (Atos dos Apóstolos 10, 10)
καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, (Atos dos Apóstolos 10, 11)
ὁ δὲ πέτρος εἶπεν, μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. (Atos dos Apóstolos 10, 14)