Mosaico decorativo

Encontrados 12438 resultados para: Ἐπ

  • καὶ εἶπεν Ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ’ αὐτοῦ (II Crônicas 18, 6)

  • καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν (II Crônicas 18, 9)

  • καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν τάδε λέγει κύριος ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ (II Crônicas 18, 10)

  • καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήσῃ καὶ δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως (II Crônicas 18, 11)

  • καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπεν ἀνάβαινε καὶ εὐοδώσεις καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν (II Crônicas 18, 14)

  • καὶ εἶπεν οὐχ οὕτως ἀκούσατε λόγον κυρίου εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ (II Crônicas 18, 18)

  • καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά (II Crônicas 18, 22)

  • καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ ποίᾳ τῇ ὁδῷ παρῆλθεν πνεῦμα κυρίου παρ’ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ (II Crônicas 18, 23)

  • καὶ ἐρεῖς οὕτως εἶπεν ὁ βασιλεύς ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ (II Crônicas 18, 26)

  • καὶ εἶπεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες (II Crônicas 18, 27)

  • καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος καὶ εἶπεν τῷ ἡνιόχῳ ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου ὅτι ἐπόνεσα (II Crônicas 18, 33)

  • καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου (II Crônicas 18, 34)


"A mansidão reprime a ira." São Padre Pio de Pietrelcina