Encontrados 12438 resultados para: Ἐπ
τοῖς υἱοῖς Ασηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει (Números 1, 40)
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι (Números 1, 41)
τοῖς υἱοῖς Νεφθαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει (Números 1, 42)
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι (Números 1, 43)
αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἷς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν (Números 1, 44)
καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ (Números 1, 45)
οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ισραηλ (Números 1, 47)
ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Ισραηλ (Números 1, 49)
καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν (Números 1, 50)
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων οὕτως ἐποίησαν (Números 1, 54)
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι (Números 2, 4)
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι (Números 2, 6)