Encontrados 24028 resultados para: Ἐν
ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χαμ (Salmos 104, 27)
ἐξαπέστειλεν σκότος καὶ ἐσκότασεν καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ (Salmos 104, 28)
μετέστρεψεν τὰ ὕδατα αὐτῶν εἰς αἷμα καὶ ἀπέκτεινεν τοὺς ἰχθύας αὐτῶν (Salmos 104, 29)
ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν (Salmos 104, 30)
εἶπεν καὶ ἦλθεν κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν (Salmos 104, 31)
ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν (Salmos 104, 32)
καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψεν πᾶν ξύλον ὁρίου αὐτῶν (Salmos 104, 33)
εἶπεν καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμός (Salmos 104, 34)
καὶ κατέφαγεν πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν καὶ κατέφαγεν τὸν καρπὸν τῆς γῆς αὐτῶν (Salmos 104, 35)
καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν ἀπαρχὴν παντὸς πόνου αὐτῶν (Salmos 104, 36)
καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν (Salmos 104, 37)
εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ’ αὐτούς (Salmos 104, 38)