Mosaico decorativo

Encontrados 24028 resultados para: Ἐν

  • καὶ ἔδωκεν αὐτῷ Αβιμελεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος ὅτι ἀλλ’ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου κυρίου παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς (I Samuel 21, 7)

  • καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαουλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου καὶ ὄνομα αὐτῷ Δωηκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ (I Samuel 21, 8)

  • καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν (I Samuel 21, 9)

  • καὶ εἶπεν ὁ ἱερεύς ἰδοὺ ἡ ῥομφαία Γολιαθ τοῦ ἀλλοφύλου ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ εἰ ταύτην λήμψῃ σεαυτῷ λαβέ ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα καὶ εἶπεν Δαυιδ ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή δός μοι αὐτήν (I Samuel 21, 10)

  • καὶ ἔδωκεν αὐτὴν αὐτῷ καὶ ἀνέστη Δαυιδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ καὶ ἦλθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ (I Samuel 21, 11)

  • καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν οὐχὶ οὗτος Δαυιδ ὁ βασιλεὺς τῆς γῆς οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ (I Samuel 21, 12)

  • καὶ ἔθετο Δαυιδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεθ (I Samuel 21, 13)

  • καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ (I Samuel 21, 14)

  • καὶ εἶπεν Αγχους πρὸς τοὺς παῖδας αὐτοῦ ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με (I Samuel 21, 15)

  • καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ (I Samuel 22, 1)

  • καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ καὶ ἦν ἐπ’ αὐτῶν ἡγούμενος καὶ ἦσαν μετ’ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες (I Samuel 22, 2)

  • καὶ ἀπῆλθεν Δαυιδ ἐκεῖθεν εἰς Μασσηφα τῆς Μωαβ καὶ εἶπεν πρὸς βασιλέα Μωαβ γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός (I Samuel 22, 3)


"Não queremos aceitar o fato de que o sofrimento é necessário para nossa alma." São Padre Pio de Pietrelcina