Encontrados 24028 resultados para: Ἐν
καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ (Números 6, 16)
καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἓν καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ (Números 6, 19)
καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι κυρίου ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον (Números 6, 20)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 6, 22)
καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά (Números 7, 1)
καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς (Números 7, 3)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων (Números 7, 4)
καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευίταις (Números 7, 6)
τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσων κατὰ τὰς λειτουργίας αὐτῶν (Números 7, 7)
καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως (Números 7, 8)
καὶ τοῖς υἱοῖς Κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν ἐπ’ ὤμων ἀροῦσιν (Números 7, 9)
καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου (Números 7, 10)