Mosaico decorativo

Encontrados 24028 resultados para: Ἐν

  • διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν ἐγγίσατε ὄρεσιν αἰωνίοις (Miquéias 2, 9)

  • ἀνάστηθι καὶ πορεύου ὅτι οὐκ ἔστιν σοι αὕτη ἡ ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ (Miquéias 2, 10)

  • κατεδιώχθητε οὐδενὸς διώκοντος πνεῦμα ἔστησεν ψεῦδος ἐστάλαξέν σοι εἰς οἶνον καὶ μέθυσμα καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου (Miquéias 2, 11)

  • συναγόμενος συναχθήσεται Ιακωβ σὺν πᾶσιν ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ισραηλ ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν ὡς πρόβατα ἐν θλίψει ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνθρώπων (Miquéias 2, 12)

  • διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν διέκοψαν καὶ διῆλθον πύλην καὶ ἐξῆλθον δι’ αὐτῆς καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν ὁ δὲ κύριος ἡγήσεται αὐτῶν (Miquéias 2, 13)

  • οὕτως κεκράξονται πρὸς κύριον καὶ οὐκ εἰσακούσεται αὐτῶν καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀνθ’ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ’ αὐτούς (Miquéias 3, 4)

  • τάδε λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ’ αὐτὸν εἰρήνην καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν ἤγειραν ἐπ’ αὐτὸν πόλεμον (Miquéias 3, 5)

  • καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια καὶ καταγελασθήσονται οἱ μάντεις καὶ καταλαλήσουσιν κατ’ αὐτῶν πάντες αὐτοί διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν (Miquéias 3, 7)

  • ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ιακωβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ισραηλ ἁμαρτίας αὐτοῦ (Miquéias 3, 8)

  • ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες (Miquéias 3, 9)

  • οἱ οἰκοδομοῦντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις (Miquéias 3, 10)

  • οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες οὐχὶ κύριος ἐν ἡμῖν ἐστιν οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά (Miquéias 3, 11)


"Deus não opera prodígios onde não há fé." São Padre Pio de Pietrelcina