Encontrados 24028 resultados para: Ἐν
μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι (Eclesiástico 4, 25)
μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου (Eclesiástico 4, 29)
μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου (Eclesiástico 4, 30)
μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη (Eclesiástico 4, 31)
μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου (Eclesiástico 5, 2)
μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ (Eclesiástico 5, 7)
μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς (Eclesiástico 5, 8)
μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος (Eclesiástico 5, 9)
ἴσθι ἐστηριγμένος ἐν συνέσει σου καὶ εἷς ἔστω σου ὁ λόγος (Eclesiástico 5, 10)
γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν (Eclesiástico 5, 11)
δόξα καὶ ἀτιμία ἐν λαλιᾷ καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ (Eclesiástico 5, 13)
μὴ κληθῇς ψίθυρος καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου (Eclesiástico 5, 14)