Encontrados 24028 resultados para: Ἐν
καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ιωναθαν τὰ ὅμηρα καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν (I Macabeus 10, 9)
καὶ ᾤκησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν (I Macabeus 10, 10)
καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν καὶ ἐποίησαν οὕτως (I Macabeus 10, 11)
καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς ᾠκοδόμησεν Βακχίδης (I Macabeus 10, 12)
καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ (I Macabeus 10, 13)
πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα ἦν γὰρ εἰς φυγαδευτήριον (I Macabeus 10, 14)
καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναθαν καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τοὺς κόπους οὓς ἔσχον (I Macabeus 10, 15)
καὶ εἶπεν μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν (I Macabeus 10, 16)
καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων (I Macabeus 10, 17)
ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος (I Macabeus 10, 19)
καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίας πρὸς ἡμᾶς (I Macabeus 10, 20)
καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά (I Macabeus 10, 21)