Mosaico decorativo

Encontrados 24028 resultados para: Ἐν

  • καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν (I Macabeus 9, 12)

  • καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας (I Macabeus 9, 13)

  • καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ (I Macabeus 9, 14)

  • καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ’ αὐτῶν καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους (I Macabeus 9, 15)

  • καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν (I Macabeus 9, 16)

  • καὶ Ιουδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον (I Macabeus 9, 18)

  • καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν (I Macabeus 9, 19)

  • πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ (I Macabeus 9, 21)

  • καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη πολλὰ γὰρ ἦν σφόδρα (I Macabeus 9, 22)

  • καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν (I Macabeus 9, 23)

  • ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα καὶ αὐτομόλησεν ἡ χώρα μετ’ αὐτῶν (I Macabeus 9, 24)

  • καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας (I Macabeus 9, 25)


"Feliz a alma que atinge o nível de perfeição que Deus deseja!" São Padre Pio de Pietrelcina