Mosaico decorativo

Encontrados 10040 resultados para: Ἐκ

  • καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ισραηλ (Números 9, 17)

  • καὶ εἶπεν μὴ ἐγκαταλίπῃς ἡμᾶς οὗ εἵνεκεν ἦσθα μεθ’ ἡμῶν ἐν τῇ ἐρήμῳ καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης (Números 10, 31)

  • καὶ ἔσται ἐὰν πορευθῇς μεθ’ ἡμῶν καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἐὰν ἀγαθοποιήσῃ κύριος ἡμᾶς καὶ εὖ σε ποιήσομεν (Números 10, 32)

  • καὶ ἐξῆραν ἐκ τοῦ ὄρους κυρίου ὁδὸν τριῶν ἡμερῶν καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν (Números 10, 33)

  • καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ’ αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς (Números 10, 36)

  • καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς (Números 11, 1)

  • καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον καὶ ἐκόπασεν τὸ πῦρ (Números 11, 2)

  • καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐμπυρισμός ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου (Números 11, 3)

  • καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησαν ἐπιθυμίαν καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν τίς ἡμᾶς ψωμιεῖ κρέα (Números 11, 4)

  • καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ καὶ ἐθυμώθη ὀργῇ κύριος σφόδρα καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν (Números 11, 10)

  • καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἐμέ (Números 11, 11)

  • μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτούς ὅτι λέγεις μοι λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν (Números 11, 12)


"Não queremos aceitar o fato de que o sofrimento é necessário para nossa alma." São Padre Pio de Pietrelcina