Encontrados 35 resultados para: τείχους

  • καὶ τὰ συγκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῖς Λευίταις ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ (Números 35, 4)

  • καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσαν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ (I Samuel 31, 12)

  • καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους (II Samuel 11, 20)

  • τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ’ αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος καὶ ἐρεῖς καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν (II Samuel 11, 21)

  • καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ πάντα τὰ ῥήματα τοῦ πολέμου καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ’ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος (II Samuel 11, 22)

  • καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως καί γε ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος ἀπέθανεν (II Samuel 11, 24)

  • καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς Ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν (II Samuel 20, 16)

  • οὐχ οὗτος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους (II Samuel 20, 21)

  • καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ’ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ καὶ ἀπῆραν ἀπ’ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν (II Reis 3, 27)

  • καὶ ἦν ὁ βασιλεὺς Ισραηλ διαπορευόμενος ἐπὶ τοῦ τείχους καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα σῶσον κύριε βασιλεῦ (II Reis 6, 26)

  • καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ισραηλ τοὺς λόγους τῆς γυναικός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν (II Reis 6, 30)

  • καὶ εἶπεν Ελιακιμ υἱὸς Χελκιου καὶ Σομνας καὶ Ιωας πρὸς Ραψακην λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί ὅτι ἀκούομεν ἡμεῖς καὶ οὐ λαλήσεις μεθ’ ἡμῶν Ιουδαϊστί καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους (II Reis 18, 26)


“O medo excessivo nos faz agir sem amor, mas a confiança excessiva não nos deixa considerar o perigo que vamos enfrentar”. São Padre Pio de Pietrelcina