Encontrados 37 resultados para: πλοῖον

  • καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ ἰησοῦς, (São João 6, 17)

  • ἤθελον οὗν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. (São João 6, 21)

  • τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· (São João 6, 22)

  • λέγει αὐτοῖς σίμων πέτρος, ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῶ, ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. (São João 21, 3)

  • ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. (Atos dos Apóstolos 20, 13)

  • ὀδυνώμενοι μάλιστα ἐπὶ τῶ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. (Atos dos Apóstolos 20, 38)

  • καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς φοινίκην ἐπιβάντες ἀνήχθημεν. (Atos dos Apóstolos 21, 2)

  • ἀναφάναντες δὲ τὴν κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς συρίαν, καὶ κατήλθομεν εἰς τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. (Atos dos Apóstolos 21, 3)

  • ἀπησπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. (Atos dos Apóstolos 21, 6)

  • κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον ἀλεξανδρῖνον πλέον εἰς τὴν ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. (Atos dos Apóstolos 27, 6)

  • ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. (Atos dos Apóstolos 27, 17)

  • κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. (Atos dos Apóstolos 27, 38)


“Pode-se manter a paz de espírito mesmo no meio das tempestades da vida”. São Padre Pio de Pietrelcina