Encontrados 517 resultados para: οὐδὲ

  • καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ Ελισαιε καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο (II Reis 6, 10)

  • καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμων ἀνθ’ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφ’ ὃν ἐβασίλευσά σε ἐπ’ αὐτόν (II Crônicas 1, 11)

  • καὶ νῦν γενέσθω φόβος κυρίου ἐφ’ ὑμᾶς καὶ φυλάσσετε καὶ ποιήσετε ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα (II Crônicas 19, 7)

  • καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν (Esdras 3, 21)

  • καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν πάλιν ὅταν σπείρωσι θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ (Esdras 4, 6)

  • πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται ἐσθίει καὶ πίνει καὶ καθεύδει αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ οὐδὲ παρακούουσιν αὐτοῦ (Esdras 4, 11)

  • καὶ οὐκ ἔστιν παρ’ αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον (Esdras 4, 39)

  • καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους (Esdras 9, 2)

  • ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ἡ ὥρα χειμερινή καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις (Esdras 9, 11)

  • νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσιν φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν καὶ τοῦτο βασιλεῖς κακοποιεῖ (Neemias 4, 13)

  • καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου μονογενής εἰμι τῷ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον ὃ κληρονομήσει αὐτόν οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα ἤδη ἀπώλοντό μοι ἑπτά ἵνα τί μοι ζῆν καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με ἐπίταξον ἐπιβλέψαι ἐπ’ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν (Tobias 3, 15)

  • πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε (Tobias 12, 19)


“É necessário manter o coração aberto para o Céu e aguardar, de lá, o celeste orvalho.” São Padre Pio de Pietrelcina