Encontrados 679 resultados para: οι εχθροί του Ιούδα

  • ἐγενήθη κύριος ὡς ἐχθρός κατεπόντισεν Ισραηλ κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην (Lamentações 2, 5)

  • διήνοιξαν ἐφ’ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν (Lamentações 3, 46)

  • γυναῖκας ἐν Σιων ἐταπείνωσαν παρθένους ἐν πόλεσιν Ιουδα (Lamentações 5, 11)

  • καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱοῦ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον (Baruc 1, 3)

  • ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου κυρίου τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ιουδα τῇ δεκάτῃ τοῦ Σιουαν σκεύη ἀργυρᾶ ἃ ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα (Baruc 1, 8)

  • καὶ ἐρεῖτε τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ (Baruc 1, 15)

  • καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ισραηλ καὶ Ιουδα (Baruc 2, 1)

  • ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων (Baruc 2, 23)

  • καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ’ αὐτῷ ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα (Baruc 2, 26)

  • καὶ συντελέσεις ταῦτα πάντα καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ιουδα τεσσαράκοντα ἡμέρας ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι (Ezequiel 4, 6)

  • καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ καὶ οἱ πρεσβύτεροι Ιουδα ἐκάθηντο ἐνώπιόν μου καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου (Ezequiel 8, 1)

  • καὶ εἶπεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου μὴ μικρὰ τῷ οἴκῳ Ιουδα τοῦ ποιεῖν τὰς ἀνομίας ἃς πεποιήκασιν ὧδε διότι ἔπλησαν τὴν γῆν ἀνομίας καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες (Ezequiel 8, 17)


“Se precisamos ter paciência para suportar os defeitos dos outros, quanto mais ainda precisamos para tolerar nossos próprios defeitos!” São Padre Pio de Pietrelcina