Encontrados 13 resultados para: μεγαλωσύνην

  • ὅτι ὄνομα κυρίου ἐκάλεσα δότε μεγαλωσύνην τῷ θεῷ ἡμῶν (Deuteronômio 32, 3)

  • διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου (II Samuel 7, 21)

  • καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἄλλο ἐν τῇ γῇ ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν τοῦ θέσθαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου ἔθνη καὶ σκηνώματα (II Samuel 7, 23)

  • καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην (I Crônicas 17, 19)

  • καὶ εἶπεν Δαυιδ Σαλωμων ὁ υἱός μου παιδάριον ἁπαλόν καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ κυρίῳ εἰς μεγαλωσύνην ἄνω εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ καὶ ἡτοίμασεν Δαυιδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ (I Crônicas 22, 5)

  • τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθ’ ὑμῶν ἀγαθὸν τὸ εὐλογεῖν τὸν θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ τοὺς λόγους τῶν ἔργων τοῦ θεοῦ ἐντίμως ὑποδεικνύοντες καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ (Tobias 12, 6)

  • ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος καθότι αὐτὸς κύριος ἡμῶν καὶ θεός αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας (Tobias 13, 4)

  • ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνει ἁμαρτωλῶν ἐπιστρέψατε ἁμαρτωλοί καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν (Tobias 13, 8)

  • τὸν θεόν μου ὑψῶ καὶ ἡ ψυχή μου τὸν βασιλέα τοῦ οὐρανοῦ καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ (Tobias 13, 9)

  • εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων (Salmos 78, 11)

  • καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν καὶ τὴν μεγαλωσύνην σου διηγήσονται (Salmos 144, 6)

  • δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει (Eclesiástico 39, 15)


“Quando a videira se separa da estaca que a sustenta, cai, e ao ficar na terra apodrece com todos os cachos que possui. Alerta, portanto, o demônio não dorme!” São Padre Pio de Pietrelcina