Encontrados 19 resultados para: κριθῶν

  • ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνθρωπος τῷ κυρίῳ καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ κόρου κριθῶν πεντήκοντα δίδραχμα ἀργυρίου (Levítico 27, 16)

  • καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν (Rute 1, 22)

  • καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας καὶ ἐρράβδισεν ἃ συνέλεξεν καὶ ἐγενήθη ὡς οιφι κριθῶν (Rute 2, 17)

  • καὶ προσεκολλήθη Ρουθ τοῖς κορασίοις Βοος συλλέγειν ἕως οὗ συνετέλεσεν τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν καὶ ἐκάθισεν μετὰ τῆς πενθερᾶς αὐτῆς (Rute 2, 23)

  • καὶ νῦν οὐχὶ Βοος γνώριμος ἡμῶν οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί (Rute 3, 2)

  • καὶ εἶπεν αὐτῇ φέρε τὸ περίζωμα τὸ ἐπάνω σου καὶ ἐκράτησεν αὐτό καὶ ἐμέτρησεν ἓξ κριθῶν καὶ ἐπέθηκεν ἐπ’ αὐτήν καὶ εἰσῆλθεν εἰς τὴν πόλιν (Rute 3, 15)

  • καὶ εἶπεν αὐτῇ τὰ ἓξ τῶν κριθῶν ταῦτα ἔδωκέν μοι ὅτι εἶπεν πρός με μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου (Rute 3, 17)

  • καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν (II Samuel 21, 9)

  • καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἕως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός (II Samuel 21, 10)

  • καὶ εἶπεν Ελισαιε ἄκουσον λόγον κυρίου τάδε λέγει κύριος ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας (II Reis 7, 1)

  • καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου κατὰ τὸ ῥῆμα κυρίου (II Reis 7, 16)

  • οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων (I Crônicas 11, 13)


“Cuide de estar sempre em estado de graça.” São Padre Pio de Pietrelcina