Encontrados 35 resultados para: κατέπαυσεν

  • καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη (Josué 11, 23)

  • καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν κύριος εἰς τὰς χεῖρας αὐτῶν (Josué 21, 44)

  • νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν ὃν τρόπον εἶπεν αὐτοῖς νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου (Josué 22, 4)

  • καὶ εἶπεν συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων καὶ ἦλθεν καὶ ἔστη ἀπὸ πρωίθεν καὶ ἕως ἑσπέρας οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν (Rute 2, 7)

  • καὶ κατέπαυσεν τοὺς χωμαριμ οὓς ἔδωκαν βασιλεῖς Ιουδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ιουδα καὶ τοῖς περικύκλῳ Ιερουσαλημ καὶ τοὺς θυμιῶντας τῷ Βααλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρωθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ (II Reis 23, 5)

  • καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί (II Reis 23, 11)

  • ὅτι εἶπεν Δαυιδ κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος (I Crônicas 23, 25)

  • πόλεις τειχήρεις ἐν γῇ Ιουδα ὅτι εἰρήνευσεν ἡ γῆ καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις ὅτι κατέπαυσεν αὐτῷ κύριος (II Crônicas 14, 5)

  • καὶ εἶπεν τῷ Ιουδα οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ᾧ τῆς γῆς κυριεύσομεν ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμῶν ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν (II Crônicas 14, 6)

  • καὶ ηὐφράνθησαν πᾶς Ιουδα περὶ τοῦ ὅρκου ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς κύριος κυκλόθεν (II Crônicas 15, 15)

  • καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασα ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμα καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ (II Crônicas 16, 5)

  • καὶ εἰρήνευσεν ἡ βασιλεία Ιωσαφατ καὶ κατέπαυσεν αὐτῷ ὁ θεὸς αὐτοῦ κυκλόθεν (II Crônicas 20, 30)


O Pai celeste está sempre disposto a contentá-lo em tudo o que for para o seu bem”. São Padre Pio de Pietrelcina